Τρίτη, 7 Απριλίου 2015

Εἰς τὸ ὄρος τῶν Ἐλαιῶν

Giovanni Domenico Tiepolo (1727 - 1804),
«Ἡ Ἀγωνία» (1772).

Λάδι σὲ καμβᾶ, 125 x 142 cm.
Museo del Prado, Μαδρίτη (Ἰσπανία).

Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ. Γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς·
προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων·
πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.
Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.

- Κατὰ Λουκᾶν, 22: 39-44.