Τετάρτη 11 Ιανουαρίου 2017

Surge, propera amica mea

John Everett Millais (1829 – 1896),
«Ὀφηλία» (π.1851).

Λάδι σὲ καμβᾶ, 76.2 x 111.8 cm.
Tate Britain, Λονδίνο (Ἡ.Β.).


Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου,
ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,
τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε,
φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,
ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.

Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου,
καὶ ἐλθέ, σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας,
ἐχόμενα τοῦ προτειχίσματος·
δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου,
ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.

ᾎσμα ᾈσμάτων, 2:10-14.